2 Corinthians 7

1ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ θεοῦ.

2Χωρήσατε ἡμᾶς· οὐδένα ἠδικήσαμεν, οὐδένα ἐφθείραμεν, οὐδένα ἐπλεονεκτήσαμεν. 3
 πρὸς κατάκρισιν οὐ = WH Treg NA/NIV: || Οὐ πρὸς κατάκρισιν = RP
πρὸς κατάκρισιν οὐ ⸃ λέγω, προείρηκα γὰρ ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστε εἰς τὸ συναποθανεῖν καὶ συζῆν.
4πολλή μοι παρρησία πρὸς ὑμᾶς, πολλή μοι καύχησις ὑπὲρ ὑμῶν· πεπλήρωμαι τῇ παρακλήσει, ὑπερπερισσεύομαι τῇ χαρᾷ ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν.

5Καὶ γὰρ ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν οὐδεμίαν
 ἔσχηκεν = WH NA/NIV RP: || ἔσχεν = Treg
ἔσχηκεν ἄνεσιν σὰρξ ἡμῶν, ἀλλ᾽ ἐν παντὶ θλιβόμενοι— ἔξωθεν μάχαι, ἔσωθεν φόβοι—
6ἀλλ᾽ παρακαλῶν τοὺς ταπεινοὺς παρεκάλεσεν ἡμᾶς θεὸς ἐν τῇ παρουσίᾳ Τίτου· 7οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ, ἀλλὰ καὶ ἐν τῇ παρακλήσει παρεκλήθη ἐφ᾽ ὑμῖν, ἀναγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν, τὸν ὑμῶν ὀδυρμόν, τὸν ὑμῶν ζῆλον ὑπὲρ ἐμοῦ, ὥστε με μᾶλλον χαρῆναι. 8ὅτι εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ, οὐ μεταμέλομαι· εἰ καὶ μετεμελόμην
 βλέπω = WH Treg: || βλέπων = WHapp; || βλέπω γὰρ = NA/NIV RP
(βλέπω ὅτι ἐπιστολὴ ἐκείνη εἰ καὶ πρὸς ὥραν ἐλύπησεν ὑμᾶς),
9νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ᾽ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν, ἐλυπήθητε γὰρ κατὰ θεόν, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν. 10 γὰρ κατὰ θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον
 ἐργάζεται = WH Treg NA/NIV: || κατεργάζεται = RP
ἐργάζεται· δὲ τοῦ κόσμου λύπη θάνατον κατεργάζεται.
11ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ θεὸν
 λυπηθῆναι = WH Treg NA/NIV: || λυπηθῆναι ὑμᾶς = RP
λυπηθῆναι πόσην κατειργάσατο ὑμῖν σπουδήν, ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν· ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς
 εἶναι = WH Treg NA/NIV: || εἶναι ἐν = RP
εἶναι τῷ πράγματι.
12ἄρα εἰ καὶ ἔγραψα ὑμῖν, οὐχ
 ἕνεκεν = WH Treg NA/NIV: || εἵνεκεν = RP
ἕνεκεν τοῦ ἀδικήσαντος,
 οὐδὲ = Treg NA/NIV RP: || ἀλλ’ οὐδὲ = WH
οὐδὲ
 ἕνεκεν = WH Treg NA/NIV: || εἵνεκεν = RP
ἕνεκεν τοῦ ἀδικηθέντος, ἀλλ᾽
 ἕνεκεν = WH Treg NA/NIV: || εἵνεκεν = RP
1>ἕνεκεν τοῦ φανερωθῆναι τὴν σπουδὴν ὑμῶν τὴν ὑπὲρ ἡμῶν πρὸς ὑμᾶς ἐνώπιον τοῦ θεοῦ.
13διὰ τοῦτο παρακεκλήμεθα.

Ἐπὶ δὲ τῇ παρακλήσει
 ἡμῶν = WH Treg NA/NIV: || ὑμῶν = RP
ἡμῶν περισσοτέρως μᾶλλον ἐχάρημεν ἐπὶ τῇ χαρᾷ Τίτου, ὅτι ἀναπέπαυται τὸ πνεῦμα αὐτοῦ ἀπὸ πάντων ὑμῶν·
14ὅτι εἴ τι αὐτῷ ὑπὲρ ὑμῶν κεκαύχημαι, οὐ κατῃσχύνθην, ἀλλ᾽ ὡς πάντα ἐν ἀληθείᾳ ἐλαλήσαμεν ὑμῖν, οὕτως καὶ καύχησις ἡμῶν
 ἡ = Treg NA/NIV RP: || [omit] = WH
ἐπὶ Τίτου ἀλήθεια ἐγενήθη.
15καὶ τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως εἰς ὑμᾶς ἐστιν ἀναμιμνῃσκομένου τὴν πάντων ὑμῶν ὑπακοήν, ὡς μετὰ φόβου καὶ τρόμου ἐδέξασθε αὐτόν. 16χαίρω ὅτι ἐν παντὶ θαρρῶ ἐν ὑμῖν.



Copyright information for SBLG